ΕΥΑΓΓΕΛΙΟ ΣΗΜΕΡΑ: Ευαγγέλιο και Απόστολος της Δευτέρας 17 Οκτωβρίου 2022. Γιορτή σήμερα: Άγιος Ανδρέας εν Κρίσει. Κατά Λουκά - Ευαγγέλιο Θ'(9) 18-22. Επιστολή Αποστόλου Παύλου - Προς Φιλιππήσιους, Α'(1) 1-7.
Μελετήστε το Ευαγγέλιο κάθε μέρα από την ΕΚΚΛΗΣΙΑ Online.
Ευαγγέλιο Σήμερα
Κατά Λουκά Θ'(9) 18-22
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
οἱ δὲ ἀποκριθέντες εἶπον· ᾿Ιωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ ᾿Ηλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα μὲ λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ.
῾Ο δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο,
εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
Διαβάστε ολόκληρο το Ευαγγέλιο της Δευτέρας 17 Οκτωβρίου 2022 και σε νεοελληνική απόδοση, κατά την εορτή του Αγίου Ανδρέου του εν Κρίσει.
Απόστολος Σήμερα
Επιστολή Αποστόλου Παύλου – Προς Φιλιππήσιους, Α'(1) 1-7
Παῦλος καὶ Τιμόθεος, δοῦλοι ᾿Ιησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις ἐν Χριστῷ ᾿Ιησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις·
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου ᾿Ιησοῦ Χριστοῦ.
Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,
πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος
ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρις ἡμέρας ᾿Ιησοῦ Χριστοῦ,
καθώς ἐστι δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
Διαβάστε ολόκληρο τον Απόστολο της Δευτέρας 17 Οκτωβρίου 2022 και σε νεοελληνική απόδοση, κατά την εορτή του Προφήτου Ωσηέ.
Δείτε στο βίντεο παρακάτω γιατί μελετάμε τους Βίους των Αγίων.
Διαβάστε επίσης την γιορτή σήμερα 17 Οκτωβρίου: Άγιος Ανδρέας ο Οσιομάρτυρας ο εν Κρίσει.
Προσθήκη σχολίου