Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. Συναξάριον.

Τῇ ΚΓ´ (23ῃ) τοῦ μηνὸς Δεκεμβρίου, μνήμη τῶν Ἁγίων Δέκα Μαρτύρων, τῶν ἐν Κρήτῃ μαρτυρησάντων, ἤτοι· Γελασίου, Εὐνικιανοῦ, Εὐπόρου, Θεοδούλου καὶ Σατορνίνου (ἐκ Γορτύνης), Εὐαρέστου καὶ Πομπίου (ἐξ Ἡρακλείου), Ἀγαθόποδος (ἐξ Ἐπινείου Πανόρμου), Βασιλείδου (ἐκ Κυδωνίας) καὶ Ζωτικοῦ (ἐκ Κνωσσοῦ).(250)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Παύλου, Ἀρχιεπισκόπου Νεοκαισαρείας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ. (4ος αἰ.)
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σχίνων ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν καὶ ἀσκητοῦ Νήφωνος, ἐπισκόπου Κωνσταντιανῆς τῆς κατ’ Ἀλεξάνδρειαν (4ος αἰ.)υ.
Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τῆς Ἁγίας τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Χρυσογόνου, ἐπάρχου πόλεως Θεσσαλονίκης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ναοὺμ τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ καὶ ἱεροκήρυκος Βουλγαρίας.(910)
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος ἔνδοξος Μάρτυς Δαβὶδ ἐκ Ντβὶν τῆς Ἀρμενίας, σταυρῷ προσηλωθεὶς τελειοῦται.(693)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Θεοκτίστου τοῦ Νόβγκοροντ.(1310)
Τῇ αὐτῇ ἡμέρᾳ Κοίμησις τῆς Ὁσίας Εὐδοκίας Rodionova τοῦ Λεουσένι, ἡ διὰ Χριστὸν σαλή. (1886).

Στίχοι
Νήφων ὁ Νήφων ἀεὶ ἐν τῇ καρδίᾳ,
Χριστὸν εἰσῆξεν, οὗ νῦν ὑμνεῖ τὸ κράτος.

Η αιτία των συμφορών.
Αγίου Νήφωνος Κωνσταντιανής.

Εκκλησία Online
Γράψε το σχόλιό σου

Αφήστε μια απάντηση

Comment moderation is enabled. Your comment may take some time to appear.