ΠΑΝΑΓΙΑ ΕΛΕΥΘΕΡΩΤΡΙΑ: Διαβάστε παρακάτω την Παράκληση στην Παναγία Ελευθερώτρια. Σκέπην και βοήθειαν, και αρραγή προστασίαν, και Ελευθερώτριαν, εν παντί τω βίω σε, Κόρη έχοντες πολλαπλών θλίψεων, και ασθενημάτων, και σκανδάλων των του όφεως, και πάσης Δέσποινα, άλλης συμφοράς.

Ο Ιερεύς: Ευλογητός ο Θεός ημών, πάντοτε· νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Βασιλεύ ουράνιε, Παράκλητε, τό Πνεύμα τής αληθείας, ο πανταχού παρών, καί τά πάντα πληρών, ο θησαυρός τών αγαθών, καί ζωής χορηγός, ελθέ καί σκήνωσον εν ημίν, καί καθάριστον ημάς από πάσης κηλίδος καί σώσον, Αγαθέ, τάς ψυχάς ημών.
Ο χορός: Αμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εισάκουσον τής προσευχής μου, ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου, εισάκουσόν μου εν τή δικαιοσύνη σού καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πάς ζών. ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου, εταπείνωσεν εις γήν τήν ζωήν μου, εκάθισε μέ εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν έπ εμέ τό πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοίς έργοις σου, εν ποιήμασι τών χειρών σου εμελέτων. διεπέτασα πρός σέ τάς χείράς μου, η ψυχή μου ως γή άνυδρος σοί.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου άπ εμού, καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον. ακουστόν ποίησον μοί τό πρωί τό έλεός σου, ότι επί σοί ήλπισα γνώρισον μοί, Κύριε, οδόν, εν ή πορεύσομαι, ότι πρός σέ ήρα τήν ψυχήν μού εξελού μέ εκ τών εχθρών μου, Κύριε, ότι πρός σέ κατέφυγον. δίδαξον μέ τού ποιείν τό θέλημά σου, ότι σύ ει ο Θεός μού τό πνεύμά σου τό αγαθόν οδηγήσει μέ εν γή ευθεία. Ένεκεν τού ονόματός σου, Κύριε, ζήσεις μέ, εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολοθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ότι εγώ δούλός σου ειμι.

Καί πάλιν·

Εισάκουσόν μου, Κύριε, εν τή δικαιοσύνη σου, καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου (δις).

Είτα
Τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία.
Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι. Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.

Αλληλούϊα, (γ΄) Δόξα σοι ο Θεός.
Αλληλούϊα (γ΄) Δόξα σοι ο Θεός.
Αλληλούϊα (γ΄) Δόξα σοι ο Θεός. Η ελπίς ημών, Κύριε, δόξα σοι.

Θεός Κύριος καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Παναγία Ελευθερώτρια Απολυτίκιο
Ήχος α΄.
Εικόνα σου αγίαν, Ελευθερώτριαν Άχραντε, νύν πανευλαβώς προσκυνούντες, γεραίρομεν, Παρθένε· επέστη γάρ σκέπη πρός ημάς, βραβεύουσα θαυμάτων προχοήν. Εκ παντοίων κινδύνων, καί νόσων ημάς απαλλάττουσα ευχαρίστως βοώμεν. Δόξα τώ Σέ δοξάσαντι Θεώ, δόξα τώ Σέ μεγαλύναντι, δόξα τώ ελευθερώσαντι ημάς διά τού τόκου σου.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.

Ήχος δ΄. Ο υψωθείς εν τώ Σταυρώ.
Τούς προσιόντας τή θερμή Σου πρεσβεία καί προσκυνούντας τήν σεπτήν Σου Εικόνα, πανευλαβώς Αγνή Ελευθερώτρια, πάσης ελευθέρωσον απειλής καί ανάγκης, καί παθών καί θλίψεων, καί δεινών νοσημάτων, καί ειρηναίαν δώρησαι ζωήν, ως τής ειρήνης τεκούσα τόν άρχοντα.

Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Ου σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας σου λαλείν οι ανάξιοι· ει μή ανάξιοι· ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν έως νύν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σού· σούς γάρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ψαλμός ν΄ (50)
Ελέησον μέ, ο Θεός, κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημα μουεπί πλείον πλύνον μέ από τής ανομίας μου καί από τής αμαρτίας μού καθάρισον μέ. Ότι τήν ανομίαν μου εγώ γινώσκω, καί η αμαρτία μου ενώπιόν μου εστι διαπαντός. Σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα, όπως άν δικαιωθής εν τοίς λόγοις σου, καί νικήσης εν τώ κρίνεσθαι σέ. Ιδού γάρ εν ανομίαις συνελήφθην, καί εν αμαρτίαις εκίσσησε μέ η μήτηρ μου. Ιδού γάρ αλήθειαν ηγάπησας, τά άδηλα καί τά κρύφια της σοφίας σου εδήλωσας μοί. Ραντιείς μέ υσσώπω, καί καθαρισθήσομαι, πλυνείς μέ, καί υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοί αγαλλίασιν καί ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα.

Αποστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου. Μή απορρίψης μέ από τού προσώπου σου καί τό πνεύμά σου τό άγιον μή αντανέλης άπ εμού. Απόδος μοί τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήριξον μέ. Διδάξω ανόμους τάς οδούς σου, καί ασεβείς επί σέ επιστρέψουσι. Ρύσαι μέ εξ αιμάτων ο Θεός, ο Θεός τής σωτηρίας μουαγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ανοίξεις, καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα ανολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τώ Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τή ευδοκία σου τήν Σιών, καί οικοδομηθήτω τά τείχη Ιερουσαλήμ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριον σού μόσχους.

«Ελευθέρωσον παθών με Κόρη. Γερασίμου».
Είτα ψάλλομεν τάς Ωδάς τού Κανόνος.
Ωδή ά΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ελεύθερον βίον πάσης οργής, καί πάσης ανάγκης, καί αμέτοχον συμφορών, ημάς καταξίωσον ανύειν, Ελευθερώτρια Κόρη Πανάχραντε.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Λαμπάδα ανέδειξας μυστικήν, τής σής προμηθείας, τήν Εικόνα Σου τήν σεπτήν, τοίς εκδεχομένοις τήν σήν χάριν, Ελευθερώτρια Κόρη, Πανάχραντε.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.

Ελέους τεκούσα τόν χορηγόν, ελέησον Κόρη, τοίς πλουσίοις σου οικτιρμοίς, τούς τήν σήν αντίληψιν αιτούντας, Ελευθερώτρια κόρη, Πανάχραντε.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Υμνούσι τήν θείαν Σου αρωγήν, τής σής προμηθείας, ημίν δίδου τάς δωρεάς, καί σώζε ημάς εκ πάσης βλάβης, Ελευθερώτρια Κόρη Πανάχραντε.

Συνέχεια Παναγία Ελευθερώτρια Παρακλητικός Κανών Ωδή γ΄. Ουρανίας αψίδος.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Θλιβερών συμπτωμάτων, καί χαλεπών θλίψεων, καί επηρειών ολεθρίων, ημάς απάλλαξον, τού πολεμήτορος, Ελευθερώτρια Κόρη, τούς θερμώς προστρέχοντας, τή προστασία σου.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Επιτόκοις γυναίοις, ως συμπαθής βράβευε, τήν ελευθερίαν Παρθένε, ηνίκα τίκτουσι, πρός σέ γάρ σπεύδουσιν, Ελευθερώτρια Κόρη, τό σεπτόν Σου όνομα επικαλούμεναι.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Ρείθρον άυλον θείον, ως αληθώς πρόεισιν, εκ τής σής αγίας Εικόνος, Ελευθερώτρια, δροσίζον πάντοτε, καί γλυκερώς αναψύχον, τούς πυρί τών θλίψεων, δεινώς εκλείποντας.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Ωρυόμενον σφόδρα, νύν καθ ημών σύντριψον, τή σή κραταιά προστασία, εχθρόν τόν δόλιον, Ελευθερώτρια, καί εν ειρήνη τελεία, τήν ζωήν κυβέρνησον, ημών δεόμεθα.

Διάσωσον Ελευθερώτρια Κόρη Θεογεννήτορ, εκ παντοίων οδυνηρών περιστάσεων, τούς καταφεύγοντας πίστει τή χάριτί σου.
Επίβλεψον εν ευμενεία Πανύμνητε Θεοτόκε, επί τήν εμήν χαλεπήν τού σώματος κάκωσιν, καί ίασαι τής ψυχής μου τό άλγος.

Ο Ιερεύς· Ελέησον ημάς, ο Θεός.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.

Ότι ελεήμων

Αμήν.
Ο Χορός

Ήχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τήν σήν, ως οχυρόν προπύργιον, πλουτούντες, Αγνή παντοίων επιθέσεων, αεί ελευθερούμεθα, τού δολίου εχθρού καί αλάστορος, καί ευφροσύνης καί θείας χαράς, πληρούμεθα μόνη Παντευλόγητε.

Ωδή δ΄. Εισακήκοα Κύριε.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Συνεχόμενοι θλίψεσι, πρός τήν σήν αντίληψιν καταφεύγομεν, καί λυτρούμεθα Πανάχραντε, τών κατά τόν βίον περιστάσεων.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Οδυνών ελευθέρωσον, τών κατά ψυχήν καί σώμα Πανάμωμε, ως ημών Ελευθερώτρια, τούς τά μεγαλείά σου δοξάζοντας.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Νόσων σβέσον τόν καύσωνα, καί υγείας δρόσον ημίν επόμβρησον, μητρική σου αγαθότητι, τοίς σέ μεγαλύνουσι Πανάμωμε.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Πάσης βλάβης εκλύτρωσαι, πάσης μαγγανείας, πάσης φαυλότητος, Θεοτόκε αειπάρθενε, τούς Ελευθερώτριαν πλουτούντάς σε. Παναγία Ελευθερώτρια Παρακλητικός Κανών

Ωδή ε΄. Φώτισον ημάς.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Άπας ευσεβής, τώ ναώ σου σπεύδει, Πάναγνε, καί λαμβάνει τάς αιτήσεις συμπαθώς· σύ γάρ πάντας ελεείς, Ελευθερώτρια.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Θείον θησαυρόν, τήν Εικόνα σου κατέχοντες, εξ αυτής αγιασμού τάς δωρεάς, δαψιλώς Ελευθερώτρια λαμβάνομεν.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Ως τών αγαθών, τών κρειττόνων ημίν πρόξενος, αγαθύνεις μητρικοίς σου οικτιρμοίς, τούς κατώδυνον ζωήν Κόρη ανύοντας.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Νάμα γλυκερόν, ουρανίου παρακλήσεως, τοίς εν θλίψεσι στενάζουσι πικρώς, συμπαθώς, Ελευθερώτρια, επόμβρησον.

Ωδή στ΄. Τήν δέησιν εκχεώ.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Μαγείας καί χαλεπής μαγγανείας, καί ποικίλων τού Βελίαρ σκανδάλων, Ελευθερώτρια Πάναγνε Κόρη, καί βασκανίας δεινής ελευθέρωσον, τούς αφορώντας ακλινώς, πρός τήν σήν οξυτάτην βοήθειαν.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Εν πίστει τώ σώ ναώ προσιόντες, καθ εκάστην Θεοτόκε ημέραν, από βαθέων ψυχής σοι βοώμεν. Ασθενειών καί παντοίων στενώσεων, ελεύθερον καί ασινή, ημών τήρει τόν βίον δεόμεθα.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Κυούσαις Κόρη ραστώνην παρέχεις, καί νοσούσι θεραπείαν καί ρώσιν, καί θλιβομένοις ανάψυξιν θείαν, καί αιχμαλώτοις ταχείαν εκλύτρωσιν· Ελευθερώτριαν διό, πάς πιστός σέ κηρύττει καί σώζεται.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Οδύνης τής χαλεπώς πιεζούσης, τήν αθλίαν μου ψυχήν καί καρδίαν, καί δαπανώσης οικτρώς μου τό σώμα, τή σωστική σου θεράπευσον χάριτι, θεοχαρίτωτε Αγνή, καί δεινής αθυμίας με λύτρωσαι.

Διάσωσον, Ελευθερώτρια Κόρη, Θεογεννήτορ, εκ παντοίων οδυνηρών περιστάσεων, τούς καταφεύγοντας πίστει τή χάριτί σου.
Αχραντε η διά λόγου τόν Λόγον ανερμηνεύτως, επ εσχάτων τών ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Συνέχεια Παναγία Ελευθερώτρια Παρακλητικός Κανών
Ο Ιερεύς·
Ελέησον ημάς, ο Θεός.
Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.

Ότι ελεήμων
Αμήν.
Ο Χορός·

Ήχος β΄. Τοίς τών αιμάτων σου.
Τή προστασία σου Κόρη προστρέχοντες, ελευθερούμεθα πάσης κακώσεως· διό Σου τήν χάριν κηρύττομεν, Ελευθερώτριαν πίστει καλούντές σε. Σύ γάρ ημών καταφύγιον.

Αντίφωνα τών Αναβαθμών δ΄ Ήχου
Εκ νεότητός μου, πολλά πολεμεί με πάθη· αλλ αυτός αντιλαβού, καί σώσον, Σωτήρ μου. (Δίς)

Οι μισούντες Σιών, αισχύνθητε από τού Κυρίου· ως χόρτος γάρ, πυρί έσεσθε απεξηραμμένοι. (Δίς)

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Αγίω Πνεύματι, πάσα ψυχή ζωούται, καί καθάρσει υψούται, λαμπρύνεται, τή Τριαδική μονάδι, ιεροκρυφίως.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Αγίω Πνεύματι, αναβλύζει τά τής χάριτος ρείθρα, αρδεύοντα άπασαν τήν κτίσιν, πρός ζωογονίαν.

Καί ευθύς τό Προκείμενον.

Μνησθήσομαι τού ονόματός σου εν πάση γενεά καί γενεά.

Στίχ. Άκουσον θύγατερ καί ίδε, καί κλίνον τό ούς σου καί επιλάθου τού λαού Σου, καί τού οίκου τού Πατρός Σου, καί επιθυμήσει ο Βασιλεύς τού κάλλους Σου.

Στίχ. Τό πρόσωπόν Σου λιτανεύσουσι οι πλούσιοι τού λαού σου.

Τού ονόματός σου εν πάση γενεά καί γενεά μνησθήσομαι.

Ο Ιερεύς·

Καί υπέρ τού καταξιωθήναι ημάς τής ακροάσεως τού αγίου Ευαγγελίου, Κύριον τόν Θεόν ημών ικετεύσωμεν.

Ο Χορός· Κύριε ελέησον. (Τρίς χύμα)

Ο Ιερεύς· Σοφία. Ορθοί ακούσωμεν τού Αγίου Ευαγγελίου.

Ειρήνη πάσι.

Ο Χορός· Καί τώ Πνεύματί σου.

Ο Ιερεύς

Εκ τού κατά Λουκάν Αγίου Ευαγγελίου τό Ανάγνωσμα,
Πρόσχωμεν.
Ο Χορός· Δόξα Σοι, Κύριε, Δόξα Σοι.

Εν ταίς ημέραις εκείναις αναστάσα Μαριάμ, επορεύθη εις τήν ορεινήν μετά σπουδής εις πόλιν Ιούδα, καί εισήλθεν εις τόν οίκον Ζαχαρίου, καί ησπάσατο τήν Ελισάβετ. Καί εγένετο, ως ήκουσεν η Ελισάβετ τόν ασπασμόν τής Μαρίας, εσκίρτησε τό βρέφος εν τή κοιλία αυτής· καί επλήσθη Πνεύματος Αγίου η Ελισάβετ, καί ανεφώνησε φωνή μεγάλη καί είπεν· Ευλογημένη σύν εν γυναιξί καί ευλογημένος ο καρπός τής κοιλίας σου. Καί πόθεν μοι τούτο, ίνα έλθη η Μήτηρ τού Κυρίου μου πρός μέ; Ιδού γάρ, ως εγένετο, η φωνή τού ασπασμού σου εις τά ώτά μου, εσκίρτησε τό βρέφος εν αγαλλιάσει εν τή κοιλία μου. Καί μακαρία η πιστεύσασα, ότι έσται τελείωσις τοίς λελαλημένοις αυτή παρά Κυρίου. Καί είπε Μαριάμ· Μεγαλύνει η ψυχή μου τόν Κύριον, καί ηγαλλίασε τό πνεύμά μου επί τώ Θεώ τώ σωτήρί μου, ότι επέβλεψεν επί τήν ταπείνωσιν τής δούλης αυτού. Ιδού γάρ, από τού νύν μακαριούσί με πάσαι αι γενεαί, ότι εποίησέ μοι μεγαλεία ο Δυνατός, καί άγιον τό όνομά αυτού. Έμεινε δέ Μαριάμ σύν αυτή, ωσεί μήνας τρείς, καί υπέστρεψεν εις τόν οίκον αυτής.

Ο Χορός· Δόξα Σοι, Κύριε, Δόξα Σοι.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Ταίς τής Θεοτόκου, πρεσβείες, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.
Ταίς τής Παναχράντου πρεσβείαις, Ελεήμον, εξάλειψον τά πλήθη τών εμών εγκλημάτων.

Στίχ. Ελεήμων ελέησόν με ο Θεός κατά τό μέγα έλεός σου καί κατά τό πλήθος τών οικτιρμών σου εξάλειψον τό ανόμημά μου.

Ηχος πλ. β΄. Όλην αποθέμενοι
Παναγία Ελευθερώτρια Σκέπην καί βοήθειαν, καί αρραγή προστασίαν, καί Ελευθερώτριαν, εν παντί τώ βίω σε, Κόρη έχοντες πολλαπλών θλίψεων, καί ασθενημάτων, καί σκανδάλων τών τού όφεως, καί πάσης Δέσποινα, άλλης συμφοράς τε καί μάστιγος, ταχέως εκλυτρούμεθα, τή σή αρωγή καί χρηστότητι· όθεν μή ελλείπης, παρέχειν Σου τήν χάριν συμπαθώς, τοίς πρός τήν σήν αγαθότητα, Κόρη, ατενίζουσιν.

Ο Ιερεύς·

Σώσον ο Θεός τόν λαόν σου, καί ευλόγησον τήν κληρονομίαν σου· επίσκεψαι τόν κόσμον σου εν ελέει καί οικτιρμοίς· ύψωσον κέρας Χριστιανών ορθοδόξων, καί κατάπεμψον εφ ημάς τά ελέη σου τά πλούσια, πρεσβείαις τής παναχράντου Δεσποίνης ημών Θεοτόκου καί αειπαρθένου Μαρίας· δυνάμει τού τιμίου καί ζωοποιού Σταυρού, προστασίαις τών τιμίων επουρανίων Δυνάμεων ασωμάτων, ικεσίαις τού τιμίου καί ενδόξου Προφήτου Προδρόμου καί Βαπτιστού Ιωάννου, τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων· τών εν αγίοις Πατέρων ημών, μεγάλων ιεραρχών καί οικουμενικών Διδασκάλων, Βασιλείου τού Μεγάλου, Γρηγορίου τού Θεολόγου καί Ιωάννου τού Χρυσοστόμου· τού εν αγίοις, Πατρός ημών Νικολάου αρχιεπισκόπου Μύρων τής Λυκίας, τού θαυματουργού· τών αγίων ενδόξων καί καλλινίκων Μαρτύρων, τών οσίων καί Θεοφόρων Πατέρων ημών· τών αγίων καί δικαίων Θεοπατόρων Ιωακείμ καί Άννης· τού αγίου (τού Ναού καί τής ημέρας), καί πάντων σου τών αγίων· ικετεύομέν σε, μόνε, Πολυέλεε Κύριε· επάκουσον ημπων τών αμαρτωλών δεομένων σου καί ελέησον ημάς.

Ο Χορός·

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον. (ιβ΄)

Ο Ιερεύς·

Ελέει καί οικτιρμοίς καί φιλανθρωπία τού μονογενούς σου Υιού μεθ ού ευλογητός εί, σύν τώ παναγίω καί αγαθώ καί ζωοποιώ σου Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

Ο Χορός· Αμήν.

Ωδή ζ΄. Οι εκ τής Ιουδαίας.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ρώσιν σώματος δίδου, καί ψυχής θεραπείαν Ελευθερώτρια, τοίς πίστει αδιστάκτω, τώ θείω σου τεμένει, προσιούσι καί ψάλλουσιν· ο τών Πατέρων ημών, Θεός ευλογητός εί.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ηλιόμορφε Κόρη, η Θεόν σαρκωθέντα ημίν κυήσασα, φωτί τών πρεσβειών σου, τό σκότος τών παθών μου, διασκέδασον δέομαι, ίνα υμνώ Σου αεί, τά θεία μεγαλεία.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Γαυριώντων ανθρώπων, καθ ημών επινοία τή τού αλάστορος, βουλάς τάς ολεθρίους, ματαίωσον Παρθένε, καί εις έν ημάς σύναψον, τά αίσια εν Χριστώ, φρονούντας καί τελούντας.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Ελευθέρωσον πάσης, τού εχθρού δυσβουλίας καί επιθέσεως, ημάς τούς εκ καρδίας, τό θείον όνομά Σου, εις βοήθειαν κράζοντας, εν πάση ώρα Αγνή, καί πάη ροπή βίου.

Ωδή η΄. Τόν Βασιλέα.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Ρύσαί με Κόρη, τών επελθόντων μοι πόνων, καί εξάγαγε δεινής με δυσχερείας, τής κατατρυχούσης, τήν ταπεινήν ψυχήν μου.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Αίγλη αΰλω, επισκοπής Σου τής θείας, παραμύθησαι τήν θλίψιν τής ψυχής μου, ίνα σέ δοξάζω, Υπερδεδοξασμένη.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Σέ σωτηρίαν, Ελευθερώτρια Κόρη, ως πλουτήσαντς εν τώ παρόντι βίω, τάς τής αρωγής σου, κηρύττομεν εκφάνσεις.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Ίδε ευσπλάγχνως, Ελευθερώτρια Κόρη, τούς προστρέχοντας τή θεία σου Εικόνι, καί παράσχου πάσιν, αιτήσεων τό πέρας.

Ωδή θ΄. Κυρίως Θεοτόκον.
Υπεραγία Θεοτόκε, σώσον ημάς.
Μεγάλων δωρημάτων, παρά σού τρυφώντες, Ελευθερώτρια Κόρη εκάστοτε, τήν πρός ημάς Σου χρηστότητα μεγαλύνομεν.

Υπεραγία Θεοτόκε, σώσον ημάς.
Οι πόνοις καί ανάγκαις, στένοντες αθλιως, τή χάριτί σου πιστώς καταφεύγουσιν, Ελευθερώτρια Κόρη καί διασώζονται.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι.
Υψίστου Θεού, Μήτερ, πάσης επηρείας, τής τού εχθρού μου ελεύθερον φύλαττε, Ελευθερώτρια Κόρη τόν σέ δοξάζοντα.
Καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων.
Υμνούμεν τής πολλής Σου, πρός ημάς ευνοίας, Ελευθερώτρια Κόρη εκδήλωσιν, ότι ημάς περισκέπεις καί σώζεις πάντοτε.

Παναγία Ελευθερώτρια Παρακλητικός Κανών συνέχεια με τα Μεγαλυνάρια
Ο Ιερεύς·

Άξιόν εστιν ως αληθώς μακαρίζειν σε τήν Θεοτόκον τήν αειμακάριστον καί παναμώμητον, καί Μητέρα τού Θεού ημών. Τήν τιμιωτέραν τών Χερουβίμ, καί ενδοξοτέραν ασυγκρίτως τών Σεραφίμ, τήν αδιαφθόρως Θεόν Λόγον τεκούσαν, τήν όντως Θεοτόκον, σέ μεγαλύνομεν.

Ο Χορός·

Τήν Παντοβασίλισσαν Μαριάμ, τήν ελευθερούσαν, από πάσης ημάς οργής, καί πρός βασιλείαν, εισάγουσαν τήν άνω, τήν μόνην Θεοτόκον ύμνοις τιμήσωμεν.

Τή επισκιάσει Σου τή σεπτή, όντως ωραιώθη, η Εικών Σου η θαυμαστή, καί ελευθερίαν, δεινών αεί παρέχει, τοίς ταύτη προσιούσιν Ελευθερώτρια.

Τούς μαστιζομένους υπό παθών, καί συνεχομένους, ασθενείας οδυνηραίς, Κόρη Παναγία, τή σή, επιστασία, ως Μήτηρ ευσπλαγχνίας, απελευθέρωσον.

Ελευθερωτρίας τή θαυμαστή, καί σεπτή Εικόνι, καταφύγωμεν οι πιστοί, ίνα λυτρωθώμεν, τών λυπηρών τού βίου, καί θείας πληρωθώμεν αγαλλιάσεως.

Άπαντας τούς πίστει ειλικρινεί, προστρέχοντας Κόρη, τή θερμή Σου επισκοπή, αβλαβείς συντήρει, εκ πάσης επηρείας, ως ευσεβών Παρθένε Ελευθερώτρια.

Χαίρε τών Αγγέλων η χαρμονή· χαίρε τεθλιμμένων, η γλυκεία αναψυχή· χαίρε αιχμαλώτων, η λύτρωσις Παρθένε, καί τών πασχόντων χαίρε Ελευθερώτρια.

Δεύτε Ορθοδόξων αι στρατιαί, άχραντον Παρθένον και Υπέρμαχον Στρατηγόν, υμνήσωμεν Μαρίαν τήν κεχαριτωμένην, καί πάντων εν κινδύνοις Ελευθερώτριαν.

Τήν υψηλοτέραν τών ουρανών, καί καθαρωτέραν λαμπηδόνων ηλιακών, τήν λυτρωσαμένην ημάς εκ τής κατάρας, τήν Δέσποιναν τού κόσμου, ύμνοις τιμήσεωμν.

Από τών πολλών μου αμαρτιών, ασθενεί τό σώμα, ασθενεί μου καί η ψυχή· πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ελπίς απηλπισμένων, σύ μοι βοήθησον.

Δέσποινα καί Μήτηρ τού Λυτρωτού, δέξαι παρακλήσεις αναξίων σών οικετών, ίνα μεσιτεύσης πρός τόν εκ τού τεχθέντα· ώ Δέσποινα τού κόσμου, γενού μεσίτρια.

Ψάλλομεν προθύμως σοί τήν ωδήν, νύν τή πανυμνήτω, Θεοτόκω χαρμονικώς· μετά τού Προδρόμου καί πάντων τών αγίων, δυσώπει, Θεοτόκε, τού οικτειρήσαι ημάς.

Άλαλα τά χείλη τών ασεβών, τών μή προσκυνούντων τήν Εικόνα σου τήν σεπτήν, τήν ιστορηθείσαν υπό τού Αποστόλου, Λουκά ιερωτάτου, τήν Οδηγήτριαν.

Πάσαι τών Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες μετά τής Θεοτόκου, ποιήσατε πρεσβείαν, εις τό σωθήναι ημάς.

Παναγία Ελευθερώτρια Παρακλητικός Κανών Ο Αναγνώστης·

Εις πολλά έτη

Άγιος ο Θεός, Άγιος Ισχυρός, Άγιος Αθάνατος, ελέησον ημάς. (Τρις).
Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι, καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς· Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τάς ανομίας ημίν· Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών, ένεκεν τού ονόματός σου.

Κύριε, ελέησον· Κύριε, ελέησον· Κύριε, ελέησον.

Δόξα Πατρί, καί Υιώ, καί αγίω Πνεύματι, καί νύν, καί αεί, καί εις τούς αιώνας τών αιώνων. Αμήν.

Πάτερ ημών ο εν τοίς ουρανοίς, αγιασθήτω τό όνομά σου· ελθέτω η βασιλεία σου· γενηθήτω τό θέλημά σου, ως εν ουρανώ, καί επί τής γής. Τόν άρτον ημών τόν επιούσιον δός ημίν σήμερον· καί άφες ημίν τά οφειλήματα ημών, ως καί ημείς αφίεμεν τοίς οφειλέταις ημών· καί μή εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από τού πονηρού.

Ο Ιερεύς·
Ότι σού εστιν η βασιλεία καί η δύναμις καί η δόξα τού Πατρός καί τού Υιού καί τού Αγίου Πνεύματος, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

Ο Χορός· Αμήν.
Παναγία Ελευθερώτρια Παρακλητικός Κανών συνέχεια με το Απολυτίκιον τής ημέρας
Ο Ιερεύς·

Εκτενής

Ελέησον ημάς, ο Θεός, κατά τό μέγα έλεός σου, δεόμεθά σου, επάκουσον καί ελέησον.

Έτι δεόμεθα υπέρ τών ευσεβών καί ορθοδόξων χριστιανών.

Έτι δεόμεθα υπέρ τού Αρχιεπισκόπου ημών (δείνος) καί πάσης τής εν Χριστώ ημών αδελφότητος.

Έτι δεόμεθα υπέρ τού ευσεβούς ημών έθνους, πάσης αρχής καί εξουσίας εν τώ κράτει ημών καί τού φιλοχρίστου ημών στρατού.

Έτι δεόμεθα υπέρ τού ιερού Προσκυνήματος τούτου, τής πόλεως, τής ενορίας, πάσης πόλεως καί χώρας καί τών πίστει οικούντων εν αυταίς.

Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως καί αφέσεως τών αμαρτιών τών δούλων τού Θεού, πάντων τών ευσεβών καί ορθοδόξων χριστιανών τών κατοικούντων καί παρεπιδημούντων εν τή πόλει ταύτη, τών ενοριτών, επιτρόπων, συνδρομητών καί αφιερωτών τής αγίας Εκκλησίας ταύτης.

Έτι δεόμεθα καί υπέρ τών αδελφών ημών τών παρακολουθούντων τήν τέλεσιν τής ιεράς παρακλήσεως ταύτης μετά τών οικείων αυτών καί τών δι ευλόγους αιτίας απολειφθέντων αδελφών ημών. Υγείας βοηθείας υπέρ αυτών είπομεν.

Έτι δεόμεθα υπέρ τών μακαρίων καί αοιδίμων κτιτόρων τής αγίας Εκκλησίας ταύτης καί υπέρ πάντων τών προαναπαυσαμένων πατέρων καί αδελφών ημών, τών ενθάδε ευσεβώς κειμένων καί απανταχού, ορθοδόξων.

Έτι δεόμεθα υπέρ τών καρποφορούντων καί καλλιεργούντων εν τώ αγίω καί πανσέπτω ναώ τούτω, κοπιώντων, ψαλλόντων καί υπέρ τού περιεστώτος λαού, τού απεκδεχομένου τό παρά σού μέγα καί πλούσιον έλεος.

Έτι δεόμεθα καί υπέρ τών αδελφών ημών τών εν ταίς διακονίαις όντων καί πάντων τών διακονούντων καί διακονησάντων εν τώ ιερώ Προσκυνήματι τούτω.

Έτι δεόμεθα υπέρ τού διαφυλαχθήναι τήν αγίαν Εκκλησίαν ταύτην καί πάσαν πόλιν καί χώραν από λοιμού, λιμού, σεισμού, καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου καί αιφνιδίου θανάτου· υπέρ τού ίλεων, ευμενή καί ευδιάλλακτον γενέσθαι τόν αγαθόν καί φιλάνθρωπον Θεόν ημών, τού αποστρέψαι καί διασκεδάσαι πάσαν οργήν καί νόσον τήν καθ ημών κινουμένην καί ρύσασθαι ημάς εκ τής επικειμένης δικαίας αυτού απειλής καί ελεήσαι ημάς.

Έτι δεόμεθα καί υπέρ τού εισακούσαι Κύριον τόν Θεόν φωνής τής δεήσεως ημών τών αμαρτωλών καί ελεήσαι ημάς.

Ο χορός μεθ εκάστην αίτησιν· Κύριε ελέησον (γ΄).
Ο Ιερεύς·

Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων τών περάτων τής γής καί τών εν θαλάσση μακράν, καί ίλεως, ίλεως γενού ημίν, Δέσποτα, επί ταίς αμαρτίαις ημών καί ελέησον ημάς· ελεήμων γάρ καί φιλάνθρωπος Θεός υπάρχεις καί σοί τήν δόξαν αναπέμπομεν, τώ Πατρί καί τώ Υιώ καί τώ Αγίω Πνεύματι, νύν καί αεί καί εις τούς αιώνας τών αιώνων.

Ο χορός. Αμήν.

Ο Ιερεύς ευλογών· Ειρήνη πάσι.

Ο χορός· Καί τώ πνεύματί σου.

Ο Ιερεύς· Τάς κεφαλάς ημών τώ Κυρίω κλίνωμεν.

Ο χορός. Σοί Κύριε.

Απόλυσις

Ο Ιερεύς·

Δόξα σοι, Χριστέ ο Θεός, η ελπίς ημών, δόξα σοι.

Ο Αναγνώστης·

Δόξα, καί νύν, Κύριε, ελέησον (γ΄), Πάτερ άγιε, ευλόγησον.

Χριστός ο αληθινός Θεός ημών, ταίς πρεσβείαις τής παναχράντου καί παναμώμου αγίας αυτού Μητρός, τής καί Ελευθερωτρίας επονομαζομένης, τών αγίων ενδόξων καί πανευφήμων Αποστόλων, τών οσίων καί θεοφόρων πατέρων ημών, (τού αγίου τής ημέρας), ού καί τήν μνήμην επιτελούμεν καί πάντων τών Αγίων, ελεήσαι καί σώσαι ημάς, ως αγαθός καί φιλάνθρωπος καί ελεήμων Θεός.

Ο χορός·

Ήχος β΄. Ότε εκ τού ξύλου.
Πάντας τούς τήν θείαν καί σεπτήν, κατασπαζομένους Εικόνα, τήν Σήν Πανύμνητε, ήνπερ ονομάζομεν Ελευθερώτριαν, πειρασμών ελευθέρωσον, καί νόσων παντοίων, καί πταισμάτων αίτησαι, ημίν τήν άφεσιν, ίνα μεγαλύνωμεν πάντες, τά σά μεγαλεία Παρθένε, καί τήν πρός ημάς κηδεμονίαν σου.

Πάντων προστατεύεις, Αγαθή, τών καταφευγόντων εν πίστει τή κραταιά σου χειρί· άλλην γάρ ουκ έχομεν, αμαρτωλοί πρός Θεόν, εν κινδύνοις καί θλίψεσιν, αεί μεσιτείαν, οι κατακαμπτόμενοι υπό πταισμάτων πολλών. Μήτερ τού Θεού τού Υψίστου, όθεν σοί προσπίπτομεν· ρύσαι, πάσης περιστάσεως τούς δούλους σου.

Όμοιον.

Πάντων θλιβομένων η χαρά, καί αδικουμένων προστάτις, καί πενομένων τροφή, ξένων τε παράκλησις, καί βακτηρία τυφλών, ασθενούντων επίσκεψις, καταπονουμένων σκέπη καί αντίληψις, καί ορφανών βοηθός, Μήτερ τού Θεού τού Υψίστου, σύ υπάρχεις· Άχραντε, σπεύσον, δυσωπούμεν, ρύσασθαι τούς δούλους σου.

Ήχος πλ. δ΄.

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τών δούλων σου, καί λύτρωσαι ημάς από πάσης ανάγκης καί θλίψεως.

Ήχος β΄.

Τήν πάσαν ελπίδα μου, εις σέ ανατίθημι, Μήτερ τού Θεού, φύλαξόν με υπό τήν σκέπην σου.
Καί αμέσως τό Δι ευχών τών αγίων Πατέρων ημών Αμήν.

Παναγία Ελευθερώτρια Παρακλητικός Κανών συνέχεια με το Απολυτίκιον τής Παναγίας τής Ελευθερωτρίας.
Ήχος α΄.

Εικόνα σου αγίαν, Ελευθερώτριαν Άχραντε, νύν πανευλαβώς προσκυνούντες, γεραίρομεν, Παρθένε· επέστη γάρ σκέπη πρός ημάς, βραβεύουσα θαυμάτων προχοήν. Εκ παντοίων κινδύνων, καί νόσων ημάς απαλλάττουσα ευχαρίστως βοώμεν. Δόξα τώ Σέ δοξάσαντι Θεώ, δόξα τώ Σέ μεγαλύναντι, δόξα τώ ελευθερώσαντι ημάς διά τού τόκου σου.

Παναγία Ελευθερώτρια Παρακλητικός Κανών τέλος με το Μεγαλυνάριον

Δέξαι μου τούς ύμνους ώ Μαριάμ, καί τούς δακρυρρόους στεναγμούς μου Μήτερ Αγνή, ώ Ελευθερώτρια Κόρη, εκ θλίψεως παντοίας Σύ ελευθέρωσον.

Εκκλησία Online

Προσθήκη σχολίου

Το email είναι ήδη εγγεγραμμένο στην ιστοσελίδα. Παρακαλώ συνδεθείτε ή ξαναπροσπαθήστε.

Δώσατε λάθος όνομα ή κωδικό

Sorry, you must be logged in to post a comment.